Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.499 Joseph. BJ 4.507 (English) >>Joseph. BJ 4.514

4.504διʼ ἣν καὶ ὑπὸ Ἀνάνου τοῦ ἀρχιερέως φυγαδευθεὶς ἐξ ἧς εἶχε τοπαρχίας Ἀκραβετηνῆς πρὸς τοὺς κατειληφότας τὴν Μασάδαν λῃστὰς παραγίνεται. 4.505τὸ μὲν οὖν πρῶτον ἦν αὐτοῖς διʼ ὑποψίας· εἰς τὸ κατωτέρω γοῦν φρούριον ἐπέτρεψαν αὐτῷ παρελθεῖν ἅμα ταῖς γυναιξίν, ἃς ἄγων ἧκεν, αὐτοὶ τὸ ὑψηλότερον οἰκοῦντες· 4.506αὖθις δὲ διὰ συγγένειαν ἠθῶν καὶ ὅτι πιστὸς ἐδόκει, συμπροενόμευε γοῦν αὐτοῖς ἐξιὼν καὶ συνεπόρθει τὰ περὶ τὴν Μασάδαν . 4.507οὐ μὴν ἐπὶ τὰ μείζω παρακαλῶν ἔπεισεν· οἱ μὲν γὰρ ἐν ἔθει ὄντες τῷ φρουρίῳ, 4.508καθάπερ φωλεοῦ χωρίζεσθαι μακρὰν ἐδεδοίκεσαν, δὲ τυραννιῶν καὶ μεγάλων ἐφιέμενος ἐπειδὴ καὶ τὴν Ἀνάνου τελευτὴν ἤκουσεν, εἰς τὴν ὀρεινὴν ἀφίσταται, καὶ προκηρύξας δούλοις μὲν ἐλευθερίαν, γέρας δὲ ἐλευθέροις τοὺς πανταχόθεν πονηροὺς συνήθροιζεν. 4.509

Ὡς δʼ ἦν αὐτῷ καρτερὸν ἤδη τὸ σύνταγμα, τὰς ἀνὰ τὴν ὀρεινὴν κώμας κατέτρεχεν, ἀεὶ δὲ προσγινομένων πλειόνων ἐθάρρει καταβαίνειν εἰς τὰ χθαμαλώτερα. 4.510κἀπειδὴ πόλεσιν ἤδη φοβερὸς ἦν, πολλοὶ πρὸς τὴν ἰσχὺν καὶ τὴν εὔροιαν τῶν κατορθωμάτων ἐφθείροντο δυνατοί, καὶ οὐκέτι ἦν δούλων μόνων οὐδὲ λῃστῶν στρατός, ἀλλὰ καὶ δημοτικῶν οὐκ ὀλίγων ὡς πρὸς βασιλέα πειθαρχεῖν.

-- --

4.511κατέτρεχε δὲ τήν τε Ἀκραβετηνὴν τοπαρχίαν καὶ τὰ μέχρι τῆς μεγάλης Ἰδουμαίας· κατὰ γὰρ κώμην τινὰ καλουμένην Ἀῒν τεῖχος κατασκευάσας ὥσπερ φρουρίῳ πρὸς ἀσφάλειαν ἐχρῆτο,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.499 Joseph. BJ 4.507 (English) >>Joseph. BJ 4.514

Powered by PhiloLogic